Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.242 Joseph. AJ 1.248 (English) >>Joseph. AJ 1.251

1.246

Καὶ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως. 1.247 δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετʼ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καίνυμφεύσειαν, φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας 1.248αὐτῷ τεξομένην γνησίους.” δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶῬεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.” 1.249τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.242 Joseph. AJ 1.248 (English) >>Joseph. AJ 1.251

Powered by PhiloLogic